Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
- αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
- Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,
- ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
- μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
- ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
- οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
- ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
- τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
- υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.
- τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
- ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,
- εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
- αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
- ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
- εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
- αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
- ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
- τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
- καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
- εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
- ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.
- ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
- ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
- ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·