Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
  2. αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
  3. Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,
  4. ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
  5. μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
  6. ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.
  7. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  8. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
  9. οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
  10. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
  11. τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
  12. υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.
  13. τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  14. ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,
  15. εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
  16. αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
  17. ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
  18. εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
  19. αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  20. καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
  21. ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,