Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
  2. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
  3. τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
  4. ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
  5. καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
  6. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  7. ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
  8. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
  9. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
  10. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
  11. αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
  12. Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,
  13. ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
  14. μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
  15. ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.
  16. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  17. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
  18. οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
  19. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
  20. τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
  21. υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.
  22. τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  23. ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,
  24. εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
  25. αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
  26. ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
  27. εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,