Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
  2. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  3. ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
  4. ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
  5. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
  6. αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
  7. οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
  8. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
  9. τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
  10. ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
  11. καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
  12. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  13. ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
  14. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
  15. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
  16. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
  17. αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
  18. Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,
  19. ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
  20. μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ