Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  2. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  3. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  4. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  5. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
  6. ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
  7. ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
  8. ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
  9. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  10. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
  11. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  12. ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.