Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  2. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  3. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  4. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  5. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  6. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  7. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  8. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  9. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  10. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  11. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  12. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
  13. ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
  14. ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
  15. ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
  16. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  17. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
  18. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  19. ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.