Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  2. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  3. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  4. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  5. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  6. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  7. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  8. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,