Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  2. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  3. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  4. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  5. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  6. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  7. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  8. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  9. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  10. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  11. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.