Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
  2. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  3. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  4. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  5. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  6. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  7. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  8. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  9. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  10. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  11. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  12. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  13. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  14. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  15. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
  16. ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
  17. ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.