Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
  2. φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
  3. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  4. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  5. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  6. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  7. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  8. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  9. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  10. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;