Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  2. ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
  3. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
  4. φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
  5. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  6. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  7. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  8. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  9. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  10. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  11. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  12. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  13. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  14. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  15. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  16. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  17. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  18. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο