Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
  2. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  3. ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
  4. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
  5. φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
  6. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  7. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  8. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  9. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  10. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  11. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  12. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  13. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  14. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  15. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  16. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  17. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  18. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  19. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο