Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
  2. ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
  3. οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
  4. κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
  5. ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
  6. καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
  7. μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
  8. ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ