Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
  2. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  3. Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  4. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  5. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  6. ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·