Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  2. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
  3. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  4. Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  5. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  6. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  7. ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
  8. οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
  9. ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
  10. οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
  11. κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
  12. ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
  13. καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
  14. μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
  15. ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
  16. ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
  17. οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει
  18. πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
  19. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  20. ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.