Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
  2. θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  3. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
  4. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  5. Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  6. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  7. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  8. ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
  9. οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
  10. ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
  11. οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
  12. κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
  13. ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
  14. καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·