Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
- αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
- ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
- ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
- φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
- θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
- ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
- τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
- Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
- ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
- οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
- ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
- οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
- κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
- ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
- καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
- μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
- ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
- οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει
- πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
- αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
- ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
- τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
- φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
- ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
- αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
- ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
- εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
- ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
- τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;