Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
  2. αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
  3. ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
  4. ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
  5. φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
  6. θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  7. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
  8. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  9. Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  10. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  11. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  12. ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
  13. οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
  14. ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
  15. οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
  16. κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
  17. ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
  18. καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
  19. μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
  20. ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
  21. ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·