Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
  2. ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
  3. ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
  4. τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
  5. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
  6. ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
  7. αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
  8. ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
  9. ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
  10. φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων