Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
  2. τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
  3. ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
  4. ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
  5. ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.
  6. ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
  7. ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
  8. ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
  9. τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
  10. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς