Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·
  • λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
  • εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
  • τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
  • ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
  • ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.