Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
  • αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
  • κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
  • ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
  • δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
  • μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
  • ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
  • θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
  • καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
  • εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
  • Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  • ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  • ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
  • μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
  • ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
  • ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
  • ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
  • οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
  • Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
  • θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
  • Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
  • ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
  • κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
  • ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
  • μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
  • καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
  • καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
  • τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
  • πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
  • αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
  • ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
  • οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
  • χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
  • φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
  • ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
  • μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
  • χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
  • τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
  • ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
  • χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
  • ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
  • ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη