Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  2. ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
  3. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
  4. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
  5. δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
  6. ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
  7. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
  8. Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
  9. μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
  10. οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
  11. μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
  12. ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
  13. τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
  14. πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
  15. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
  16. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  17. τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·
  18. παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
  19. Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
  20. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
  21. ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·
  22. τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
  23. ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·
  24. τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,
  25. ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
  26. ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
  27. ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·
  28. λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
  29. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
  30. τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
  31. ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
  32. ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
  33. ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.
  34. ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
  35. ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
  36. ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
  37. τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
  38. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
  39. ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
  40. αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
  41. ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
  42. ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
  43. φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
  44. θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  45. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
  46. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  47. Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  48. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  49. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·