Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
  2. νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
  3. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  4. ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
  5. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
  6. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
  7. δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
  8. ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
  9. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
  10. Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,