Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
  2. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  3. ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
  4. οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
  5. οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.