Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  2. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  3. ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
  4. ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
  5. ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
  6. μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
  7. ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
  8. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,