Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
  2. τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
  3. τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
  4. ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
  5. πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
  6. ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
  7. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  8. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  9. ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
  10. ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
  11. ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
  12. μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
  13. ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
  14. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
  15. ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
  16. μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
  17. ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
  18. δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
  19. μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
  20. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
  21. ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
  22. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  23. ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
  24. οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
  25. οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  26. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  27. ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
  28. νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
  29. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  30. ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
  31. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
  32. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
  33. δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
  34. ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
  35. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
  36. Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
  37. μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
  38. οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
  39. μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
  40. ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
  41. τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
  42. πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
  43. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
  44. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  45. τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·
  46. παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
  47. Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
  48. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
  49. ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·
  50. τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
  51. ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·
  52. τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,
  53. ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
  54. ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
  55. ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·
  56. λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
  57. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
  58. τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
  59. ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
  60. ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
  61. ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.
  62. ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
  63. ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
  64. ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
  65. τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
  66. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
  67. ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
  68. αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
  69. ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
  70. ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
  71. φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
  72. θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  73. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
  74. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  75. Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  76. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  77. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  78. ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
  79. οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
  80. ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
  81. οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
  82. κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
  83. ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
  84. καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
  85. μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
  86. ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
  87. ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
  88. οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει
  89. πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
  90. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  91. ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
  92. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
  93. φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
  94. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  95. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  96. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  97. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  98. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  99. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  100. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  101. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  102. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  103. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  104. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  105. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  106. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  107. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
  108. ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
  109. ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
  110. ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
  111. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  112. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
  113. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  114. ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
  115. ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
  116. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
  117. αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
  118. οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
  119. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
  120. τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
  121. ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
  122. καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
  123. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  124. ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
  125. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
  126. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.