Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  2. ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
  3. εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
  4. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
  5. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  6. οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
  7. ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
  8. τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
  9. τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
  10. ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
  11. πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.