ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοικτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίηςκεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπανπαυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸνὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶδάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσινἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρειθεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσινἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντοςοἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇθρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησαςἈργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρκλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶμῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷκαὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶτεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρειαὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρχρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρονφάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντωντῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβονχεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάωνἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη