ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοικτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίηςκεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπανπαυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸνὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶδάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσινἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρειθεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·