Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
  2. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
  3. ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
  4. πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  6. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  7. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
  8. ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  9. προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
  10. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
  11. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  12. εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  13. ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
  14. τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  15. ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  16. ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
  17. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
  18. μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
  19. ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
  20. ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
  21. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  22. ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
  23. εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
  24. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
  25. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  26. οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
  27. ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
  28. τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
  29. τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
  30. ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
  31. πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
  32. ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
  33. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  34. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  35. ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
  36. ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
  37. ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
  38. μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
  39. ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
  40. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
  41. ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
  42. μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
  43. ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
  44. δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
  45. μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
  46. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
  47. ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
  48. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  49. ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
  50. οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
  51. οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  52. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  53. ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
  54. νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
  55. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  56. ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
  57. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
  58. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
  59. δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
  60. ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
  61. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
  62. Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
  63. μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
  64. οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
  65. μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
  66. ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
  67. τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
  68. πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
  69. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
  70. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  71. τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·
  72. παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
  73. Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
  74. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
  75. ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·
  76. τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς