Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
  2. συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
  3. δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
  4. ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
  5. ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
  6. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,