Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
  2. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
  3. συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
  4. δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
  5. ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
  6. ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
  7. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  8. σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  9. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
  10. εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
  11. αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,