Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
- ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
- δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
- εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
- εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
- παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
- ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
- ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
- συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
- δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
- ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
- ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
- ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
- σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
- ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
- εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
- αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
- ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
- Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
- εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
- νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
- ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
- πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
- ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
- ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
- προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
- ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
- οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
- εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
- ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
- τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
- ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
- ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
- ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
- μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
- ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
- ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
- εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
- τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
- αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
- οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
- ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
- τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
- τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
- ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
- πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
- ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
- οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
- ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
- ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
- ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
- ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
- μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα