οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντιοἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμηνδῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴνεἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκασταπαιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶνἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηναςδώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστοςἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.