Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
- μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
- λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
- τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
- εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
- σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
- τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
- οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
- ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
- δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
- εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
- εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
- παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
- ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
- ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
- συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
- δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
- ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
- ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
- ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
- σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
- ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
- εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
- αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
- ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
- Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
- εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
- νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
- ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
- πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
- ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
- ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
- προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
- ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
- οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
- εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
- ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
- τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
- ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
- ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
- ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,