Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
  2. κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
  3. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  4. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  5. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
  6. μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
  7. λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  8. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
  9. εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
  10. σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.