Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
  2. ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
  3. χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
  4. τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
  5. δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
  6. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
  7. κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
  8. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  9. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.