Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
  2. χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει
  3. μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
  4. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
  5. ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
  6. χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
  7. τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
  8. δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
  9. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
  10. κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
  11. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  12. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  13. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
  14. μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
  15. λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  16. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
  17. εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
  18. σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
  19. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  20. οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
  21. τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
  22. οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
  23. ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
  24. δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.