Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.
  2. εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,
  3. υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·
  4. αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων
  5. πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  6. νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.
  7. αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
  8. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
  9. δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
  10. δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
  11. χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει
  12. μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
  13. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
  14. ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
  15. χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
  16. τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
  17. δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
  18. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
  19. κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
  20. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  21. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  22. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
  23. μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
  24. λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  25. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
  26. εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
  27. σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
  28. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  29. οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
  30. τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
  31. οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
  32. ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
  33. δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
  34. εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
  35. εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
  36. παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
  37. ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
  38. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
  39. συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
  40. δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
  41. ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
  42. ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
  43. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  44. σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  45. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
  46. εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
  47. αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  48. ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·