Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.
- εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,
- υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·
- αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων
- πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
- νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.
- αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
- ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
- δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
- δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
- χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει
- μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
- ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
- ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
- χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
- τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
- δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
- κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
- κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
- ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
- ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
- ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
- μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
- λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
- τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
- εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
- σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
- τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
- οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
- ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
- δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
- εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
- εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
- παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
- ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
- ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
- συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
- δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
- ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
- ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
- ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
- σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
- ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
- εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
- αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
- ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
- Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
- εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
- νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
- ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
- πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
- ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
- ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
- προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
- ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
- οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
- εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
- ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
- τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
- ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
- ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
- ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
- μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
- ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
- ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
- εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
- τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
- αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
- οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
- ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
- τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
- τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
- ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
- πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
- ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
- οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
- ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
- ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
- ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
- ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
- μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
- ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
- οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
- ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
- μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
- ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
- δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
- μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
- ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
- ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
- οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
- οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.