Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
- δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
- τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
- ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
- νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
- τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
- ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
- ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
- κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
- μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
- κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
- ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
- παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
- αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
- κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
- ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
- δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
- μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
- ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
- θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
- καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
- εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
- Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
- ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
- μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
- ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
- ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
- ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
- οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
- Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
- θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
- Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
- ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
- κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
- ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
- μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
- καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
- καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
- τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
- πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
- αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
- ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
- οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
- χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
- φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
- ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
- μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
- χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
- τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
- ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
- χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
- ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
- ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
- τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
- μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
- θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
- ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
- ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
- ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
- ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
- οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
- ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
- ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
- πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
- αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
- ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
- Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
- ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
- τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
- ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
- παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
- ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
- τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
- Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
- πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
- κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
- ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
- ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
- ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
- βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
- ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
- εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
- ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
- ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
- Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
- μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
- σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
- τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
- Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
- μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
- σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
- ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
- μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
- ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
- ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
- ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
- στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
- λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
- κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
- μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
- ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
- Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
- μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
- μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
- αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
- ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
- ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
- νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
- ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
- ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
- μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
- καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
- καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
- ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
- εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
- πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
- καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
- ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
- ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
- ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·