σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴηςἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσουθηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρκλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦροἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθαςνηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;