Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
  • καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  • πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
  • σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,
  • δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
  • ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
  • θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ
  • κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·
  • οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,
  • κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
  • ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.