δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψεκαὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνονσὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴηςἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσουθηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρκλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,