Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
  2. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
  3. δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
  4. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  5. τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
  6. χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,
  7. τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
  8. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
  9. ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
  10. ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
  11. δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·