Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
  2. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
  3. εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
  4. Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
  5. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  6. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
  7. καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
  8. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
  9. δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
  10. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  11. τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
  12. χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,
  13. τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
  14. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
  15. ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
  16. ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
  17. δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
  18. εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
  19. τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
  20. καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
  21. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  22. πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
  23. σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,
  24. δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
  25. ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
  26. θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ
  27. κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·
  28. οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,
  29. κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
  30. ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
  31. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  32. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  33. ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο
  34. ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας
  35. νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;
  36. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  37. τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.
  38. εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,
  39. υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·
  40. αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων
  41. πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  42. νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.
  43. αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
  44. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
  45. δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
  46. δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
  47. χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει
  48. μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
  49. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
  50. ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
  51. χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
  52. τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
  53. δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
  54. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
  55. κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
  56. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  57. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  58. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
  59. μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
  60. λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  61. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
  62. εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
  63. σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
  64. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  65. οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
  66. τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
  67. οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
  68. ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
  69. δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
  70. εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
  71. εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
  72. παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
  73. ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
  74. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
  75. συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
  76. δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
  77. ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
  78. ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
  79. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  80. σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  81. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
  82. εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
  83. αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  84. ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
  85. Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  86. εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
  87. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
  88. ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
  89. πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
  90. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  91. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  92. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
  93. ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  94. προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
  95. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
  96. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  97. εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  98. ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
  99. τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  100. ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  101. ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
  102. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
  103. μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
  104. ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
  105. ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
  106. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  107. ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
  108. εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
  109. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
  110. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  111. οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
  112. ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
  113. τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
  114. τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
  115. ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
  116. πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
  117. ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
  118. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  119. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  120. ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
  121. ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
  122. ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
  123. μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
  124. ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
  125. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
  126. ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
  127. μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
  128. ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
  129. δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
  130. μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
  131. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
  132. ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,