ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλοςξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκεΛαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.