Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
  2. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  3. ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
  4. ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
  5. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
  6. εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
  7. Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
  8. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  9. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
  10. καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
  11. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
  12. δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
  13. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  14. τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
  15. χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,
  16. τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
  17. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
  18. ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
  19. ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
  20. δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
  21. εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
  22. τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
  23. καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
  24. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  25. πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
  26. σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,
  27. δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
  28. ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
  29. θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ
  30. κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·