οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαιεἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπενοὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκασταεἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινονἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστινἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλοςξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκεΛαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.